6 Μαρτίου

Share:

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α΄ Θεσ. δ΄ 13-17

      13 Οὐ θέλομεν δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. 14 εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη, οὕτω καὶ ὁ Θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ. 15 τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας· 16 ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ᾿ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον, 17 ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. κα΄ 8-9, 25-27, 35-36

     8 Ὁ δὲ εἶπε· βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι ἐγώ εἰμι καὶ ὁ καιρὸς ἤγγικε. μὴ οὖν πορευθῆτε ὀπίσω αὐτῶν. 9 ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλ᾿ οὐκ εὐθέως τὸ τέλος.

    25 Καὶ ἔσται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ ἠχούσης θαλάσσης καὶ σάλου, 26 ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ· αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. 27 καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς.

    35 ὡς παγὶς γὰρ ἐπελεύσεται ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς. 36 ἀγρυπνεῖτε οὖν ἐν παντὶ καιρῷ δεόμενοι ἵνα καταξιωθῆτε ἐκφυγεῖν πάντα τὰ μέλλοντα γίνεσθαι καὶ σταθῆναι ἔμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΟΙ ΑΓΙΟΙ ΤΕΣΣΑΡΑΚΟΝΤΑ ΔΥΟ ΜΑΡΤΥΡΕΣ ΕΝ ΑΜΟΡΙῼ

     Στίς 6 Μαρτίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῶν μεγάλων τεσσαράκοντα δύο μαρτύρων, τῶν ἐν Ἀμορίῳ μαρτυρησάντων, Θεοδώρου, Κωνσταντίνου, Καλλίστου, Θεοφίλου, Βασσώη καί τῶν σύν αὐτοῖς. Οἱ ἅγιοι αὐτοί σαράντα δύο μάρτυρες κατάγονταν ἀπό τό Ἀμόριο τῆς Φρυγίας καί ἔζησαν κατά τούς χρόνους τοῦ εἰκονομάχου βασιλέα Θεοφίλου, ἡ οἰκογένεια τοῦ ὁποίου ἐπίσης καταγόταν ἀπό τό Ἀμόριο. Τὸ Ἀμόριο ἦταν πόλη τῆς μεγάλης Φρυγίας, τὸ ὁποῖο τὸ 838 «μετὰ ἀντίστασιν 55 ἡμερῶν ὑπὸ τὸν ἡρωϊκὸν στρατηγὸν Ἀέτιον, ἐκυριεύθη ἀπὸ τοὺς Ἄραβες, μὲ πολιορκητὴν τὸν Χαλίφην Μου τασίμ, διὰ προδοσίας. Λέγεται ὅτι 70 χιλιάδες πολιτῶν ἐφονεύθησαν καὶ αἰχμαλωτίσθηκαν. Οἱ γενναῖοι αὐτοί στρατηγοί μέ ἀνδρειοσύνη ὁμολόγησαν τήν πίστη τους στόν Χριστό καί ἀντιστάθηκαν στούς Ἄραβες. Γιά τόν λόγο αὐτό φυλακίσθηκαν, βασανίσθηκαν καί ὑποβλήθηκαν σέ ἀσιτία. Κατόπιν προσπάθησαν νά τούς δελεάσουν μέ χρήματα, μέ δῶρα καί μέ τήν ὑπενθύμιση τῶν συγγενῶν τους, γιά νά ἀρνηθοῦν τήν πίστη τους στόν Κύριο. Οἱ ἅγιοι ὅμως ἔμειναν ἑδραῖοι καί θεώρησαν τήν σωτηρία τῆς ψυχῆς ἀνώτερη ἀπό κάθε ἐφήμερη εὐτυχία. Μέ ἀκλόνητη πίστη γιά ἑπτά χρόνια οἱ ἅγιοι μάρτυρες προσευχόμενοι ἀντιστάθηκαν στίς προκλήσεις, γιά νά ἀλλαξοπιστήσουν καί ἔνδοξα τελειώθηκαν μέ ἀποκεφαλισμό καί ἔλαβαν τό στέφανο τοῦ μαρτυρίου ἀπό τόν ἐπουράνιο βασιλέα Ἰησοῦ Χριστό.

Τὸ ἀπολυτίκιο τῶν Ἁγίων ἀναφέρει:
«Τὴν θεοσύλλεκτον, τοῦ Λόγου φάλαγγα, τοὺς Τεσσαράκοντα, καὶ δύο Μάρτυρας, τοὺς ἐν μιᾷ πάντα σπουδῇ, ἀθλήσαντας τιμήσωμεν• οὗτοι γὰρ τῆς Πίστεως, ἡνωμένοι τῇ Χάριτι, δῆμον ἀκαθαίρετον, ἱερῶς συνεκρότησαν, καὶ ὤφθησαν Χριστοῦ κληρονόμοι, ξίφει τμηθέντες τοὺς αὐχένας».

Previous Article

7 Μαρτίου

Next Article

5 Μαρτίου