7 Ἰανουαρίου

Share:

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Πρξ. ιθ΄ 1-8

     1 Ἐγένετο δὲ ἐν τῷ τὸν Ἀπολλὼ εἶναι ἐν Κορίνθῳ Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν εἰς Ἔφεσον· καὶ εὑρὼν μαθητάς τινας 2 εἶπε πρὸς αὐτούς· εἰ Πνεῦμα Ἅγιον ἐλάβετε πιστεύσαντες; οἱ δὲ εἶπον πρὸς αὐτόν· ἀλλ᾿ οὐδὲ εἰ Πνεῦμα Ἅγιόν ἐστιν ἠκούσαμεν. 3 εἶπέ τε πρὸς αὐτούς· εἰς τί οὖν βαπτίσθητε; οἱ δὲ εἶπον· εἰς τὸ Ἰωάννου βάπτισμα. 4 εἶπε δὲ Παῦλος· Ἰωάννης μὲν ἐβάπτισε βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετ᾿ αὐτὸν ἵνα πιστεύσωσι, τοῦτ᾿ ἔστιν εἰς τὸν Ἰησοῦν Χριστόν. 5 ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ. 6 καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας ἦλθε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπ᾿ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ προεφήτευον. 7 ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δεκαδύο. ,8 Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαῤῥησιάζετο ἐπὶ μῆνας τρεῖς διαλεγόμενος καὶ πείθων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ.

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἰω. α΄ 29-34

     29 Τῇ ἐπαύριον βλέπει ὁ Ἰωάννης τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει· ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. 30 οὗτός ἐστι περὶ οὗ ἐγὼ εἶπον· ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. 31 κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾿ ἵνα φανερωθῇ τῷ Ἰσραήλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν τῷ ὕδατι βαπτίζων. 32 καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ᾿ αὐτόν. 33 κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾿ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· ἐφ᾿ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ᾿ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι Ἁγίῳ. 34 κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΠΡΟΔΡΟΜΟΣ ΚΑΙ ΒΑΠΤΙΣΤΗΣ ΙΩΑΝΝΗΣ

     Στίς 7 Ἰανουαρίου ἡ Ἐκκλησία μας τελεῖ σύναξη πρὸς τιμὴν τοῦ Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τὴν ἑπόμενη μέρα τῶν Θεοφανείων, γιατὶ διαδραμάτισε πρωταγωνιστικὸ ρόλο στὴ Βάπτιση τοῦ Κυρίου. Στὸ Μέγα Ὡρολόγιον διαβάζουμε: «Τὴν ἑορτάσιμον ταύτην σύναξιν ἡμεῖς ἐπιτελοῦμεν εἰς τιμὴν τοῦ πανιέρου Προδρόμου, ὡς ὑπουργήσαντος εἰς τὸ μυστήριον τοῦ θείου βαπτίσματος». Ὁ Ἅγιος Ἰωάννης ὁ Πρόδρομος ὑπῆρξε σπουδαία ἀσκητικὴ προσωπικότητα τῆς Ἐκκλησίας.
Ὁ Συναξαριστὴς μᾶς δίνει μερικὲς ἐνδιαφέρουσες πληροφορίες γιὰ τὸν τρόπο ζωῆς τοῦ Ἁγίου Ἰωάννου: «Μέχρι τοῦ τριακοστοῦ τῆς ἡλικίας του ἔτους εἶχε μείνει ἀνὰ τὴν ἔρημον τῆς Ἰουδαίας εἰς ζωὴν ἀσκητικὴν καὶ ἀφιερωμένην καθ᾽ ὁλοκληρίαν εἰς τὴν προσευχήν, τὴν μελέτην καὶ τὴν πνευματικὴν καὶ ἠθικὴν ἐκείνην τελειοποίησιν, ἡ ὁποία ἐχρειάζετο διὰ νὰ ἐκτελέσῃ τὸ ὑψηλότερον, τιμιώτερον, ἐνδοξότερον καὶ θειότερον ὅλων τῶν ὑπουργημάτων, ὑπηρετῶν ὡς Πρόδρομος τοῦ ἐνανθρωπήσαντος Θεοῦ».
Τὸ ἀπολυτίκιο τοῦ Προδρόμου ἀναφέρει:
«Μνήμη δικαίου μετ᾽ ἐγκωμίων· σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε· ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ρείθροις βαπτίσαι κατηξιώθεις τὸν κηρυττόμενον. Ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καὶ τοῖς ἐν Ἅδῃ, Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος».
Πρωτ. Δ.Δ.Τ.

Previous Article

Τὸ σχέδιον δύο φάσεων τῶν ΗΠΑ διὰ τὴν Ὀρθοδοξίαν

Next Article

ΑΦΟΡΙΖΟΝΤΑΙ ΑΠΟ ΜΟΝΟΙ ΤΟΥΣ ΟΣΟΙ ΘΕΛΟΥΝ ΝΑ ΑΠΑΓΟΡΕΥΣΟΥΝ ΤΑ ΘΕΟΦΑΝΕΙΑ

Διαβάστε ακόμα