9 Μαρτίου

Share:

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἑβρ. ιβ΄ 1-10

     1 Τοιγαροῦν καὶ ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι᾿ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, 2 ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν. 3 ἀναλογίσασθε γὰρ τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς αὐτὸν ἀντιλογίαν, ἵνα μὴ κάμητε ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι. 4 Οὕπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι, 5 καὶ ἐκλέλησθε τῆς παρακλήσεως, ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται· υἱέ μου, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ᾿ αὐτοῦ ἐλεγχόμενος. 6 ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. 7 εἰ παιδείαν ὑπομένετε, ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός· τίς γάρ ἐστιν υἱὸς ὃν οὐ παιδεύει πατήρ; 8 εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ἐστὲ καὶ οὐχ υἱοί. 9 εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς καὶ ἐνετρεπόμεθα· οὐ πολλῷ μᾶλλον ὑποταγησόμεθα τῷ πατρὶ τῶν πνευμάτων καὶ ζήσομεν; 10 οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον, ὁ δὲ ἐπὶ τὸ συμφέρον, εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. κ΄1-16

      1 Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωΐ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ. 2 καὶ συμφωνήσας μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ. 3 καὶ ἐξελθὼν περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς, 4 καὶ ἐκείνοις εἶπεν· ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν. οἱ δὲ ἀπῆλθον. 5 πάλιν ἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως. 6 περὶ δὲ τὴν ἑνδεκάτην ὥραν ἐξελθὼν εὗρεν ἄλλους ἑστῶτας ἀργούς, καὶ λέγει αὐτοῖς· τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; 7 λέγουσιν αὐτῷ· ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. λέγει αὐτοῖς· ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον λήψεσθε. 8 ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ· κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος αὐτοῖς τὸν μισθόν, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων. 9 καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον. 10 ἐλθόντες δὲ οἱ πρῶτοι ἐνόμισαν ὅτι πλείονα λήψονται, καὶ ἔλαβον καὶ αὐτοὶ ἀνὰ δηνάριον. 11 λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου 12 λέγοντες ὅτι οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους ἡμῖν αὐτοὺς ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα. 13 ὁ δὲ ἀποκριθεὶς εἶπεν ἑνὶ αὐτῶν· ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι; 14 ἆρον τὸ σὸν καὶ ὕπαγε· θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί· 15 ἢ οὐκ ἔξεστί μοι ποιῆσαι ὃ θέλω ἐν τοῖς ἐμοῖς; εἰ ὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι; 16 Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι καὶ οἱ πρῶτοι ἔσχατοι· πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΟΙ ΣΑΡΑΝΤΑ ΜΑΡΤΥΡΕΣ

      Στίς 9 Μαρτίου ἑορτάζουμε τήν μνήμη τῶν Ἁγίων Τεσσαράκοντα Μαρτύρων. Οἱ Ἅγιοι Σαράντα Μάρτυρες ἔζησαν καὶ ἐμαρτύρησαν ἐπὶ αὐτοκράτορος Λικινίου. Τὴν ἐποχὴ αὐτὴ στὸ Δυτικὸ Κράτος ὁ Μέγας Κωνσταντῖνος ἤδη ἀπὸ τὸ 313 μ.Χ. μὲ τὸ διάταγμα τῶν Μεδιολάνων εἶχε ἀναγνωρίσει ὡς νόμιμη θρησκεία τὸν χριστιανισμὸ, στὸ Ἀνατολικὸ ὃμως τὸ 320 μ.Χ. ὁ Λικίνιος κηρύττει γενικὸ διωγμὸ ἐναντίον τῶν χριστιανῶν. Οἱ Σαράντα Μάρτυρες τὴν ἐποχὴ ἐκείνη ὑπηρετοῦσαν ὡς στρατιῶτες σέ ἐπίλεκτο τάγμα, ποὺ φρουροῦσε τὰ σύνορα στὴν περιοχὴ τῆς Ἀρμενίας, κοντὰ στὴν πόλη τῆς Σεβάστειας. Καταγόντουσαν ἀπὸ διαφορετικὰ μέρη καὶ τοὺς ἕνωνε ἡ φιλία καὶ ἡ πίστη στὸν Κύριο. Ὁ ἔπαρχος τῆς Καππαδοκίας Ἀγρικόλας ὁρμώμενος ἀπὸ τὸ διάταγμα τοῦ Λικινίου διατάσσει ὅλους τούς στρατιῶτες νὰ θυσιάσουν στὰ εἴδωλα. Ὅταν ἦλθε ἡ σειρὰ τῶν Ἁγίων Σαράντα νὰ θυσιάσουν, ἀρνήθηκαν δηλώνοντας ὅτι εἶναι χριστιανοί. Ὁ Ἀγρικόλας διατάσσει νὰ μαστιγωθοῦν καὶ νὰ ὁδηγηθοῦν στὸ δεσμωτήριο. Ἐκεῖ περνοῦσαν τὶς ὧρες τους προσευχόμενοι, ὅπου τούς ἀποκαλύφθηκε ὁ Κύριος, ὡς ὑπερκόσμιο φῶς, γιὰ νὰ τοὺς τονώση καὶ νὰ τοὺς δώση θάρρος. Κατὰ τὴν δίκη, ποὺ ἀκολούθησε, οἱ μακάριοι καταδικάσθηκαν νὰ τούς βάλουν γυμνούς στὴ παγωμένη λίμνη, ὢσπου νὰ πεθάνουν ἀπὸ τὸ ἀνυπόφορο κρύο. Οἱ δήμιοι, γιὰ νὰ ἐπιτείνουν τὸ μαρτύριο, ἄναψαν ἐπιδεικτικὰ φωτιὲς στοὺς παρακείμενους λουτρῶνες τῆς πόλεως. Ἀπὸ τοὺς τρομεροὺς καὶ ἀβάστακτους πόνους ἕνας ἀπὸ τοὺς μελλοθάνατους λιποψύχησε καὶ τρέχοντας πρὸς τὶς φωτιὲς νὰ ζεσταθῆ κατέρρευσε καὶ ἔπεσε νεκρός. Ἐκείνη τὴν στιγμὴ ἕνας ἀπὸ τοὺς στρατιῶτες βλέπει ἕνα παράδοξο θέαμα· σαράντα Ἄγγελοι κατέβηκαν ἀπὸ τὸν οὐρανὸ καὶ στεφάνωναν τοὺς ἀθλητὲς τοῦ Κυρίου. Ὁ ἄγγελος τοῦ στρατιώτη, ποὺ λιποτάκτησε κρατοῦσε τὸ στεφάνι λυπημένος. Ὁ στρατιώτης τότε συγκλονισμένος ἀπὸ τὸ ὅραμα πετάει τὰ ροῦχα του καὶ τρέχει πρὸς τοὺς Μάρτυρες φωνάζοντας «Χριστιανὸς εἰμί». Ὁ ἔπαρχος, γιὰ νὰ κάνη πιὸ ὀδυνηρὸ τὸ θάνατο, διατάσσει νὰ καύσουν τοὺς Μάρτυρες πρὶν πεθάνουν. Μὲ αὐτὸ τὸν τρόπο οἱ Ἅγιοι τοῦ Θεοῦ παρέδωσαν τὸ πνεῦμα τους στὸν Κύριο.

Ἀπολυτίκιον (Θείας Πίστεως)

Θείω Πνεύματι, συγκροτηθέντες, δῆμος ὤφθητε, τροπαιοφόρος, Ἀθλοφόροι Χριστοῦ Τεσσαράκοντα, διὰ πυρὸς γὰρ καὶ ὕδατος ἔνδοξοι, δοκιμασθέντες λαμπρῶς ἐδοξάσθητε. Ἀλλ’ αἰτήσασθε, Τριάδα τὴν ὑπερούσιον, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.

Previous Article

H Ουκρανική Ορθόδοξη Εκκλησία του Μητρ. Ονουφρίου είναι η εθνική Εκκλησία της Ουκρανίας

Next Article

Όχι σε νικάμπ και μπούρκα ψήφισαν οι Ελβετοί !

Διαβάστε ακόμα