16 Ὀκτωβρίου

Share:

 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Φιλιπ. α’ 20-27

   20 Κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι, ἀλλ᾿ ἐν πάσῃ παῤῥησίᾳ, ὡς πάντοτε, καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου. 21 Ἐμοὶ γὰρ τὸ ζῆν Χριστὸς καὶ τὸ ἀποθανεῖν κέρδος. 22 εἰ δὲ τὸ ζῆν ἐν σαρκί, τοῦτό μοι καρπὸς ἔργου, καὶ τί αἱρήσομαι οὐ γνωρίζω. 23 συνέχομαι δὲ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι· πολλῷ γὰρ μᾶλλον κρεῖσσον· 24 τὸ δὲ ἐπιμένειν ἐν τῇ σαρκὶ ἀναγκαιότερον δι᾿ ὑμᾶς. 25 καὶ τοῦτο πεποιθώς οἶδα ὅτι μενῶ καὶ συμπαραμενῶ πᾶσιν ὑμῖν εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πίστεως, 26 ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐμοὶ διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς. 27 Μόνον ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθε, ἵνα εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς εἴτε ἀπὼν ἀκούσω τὰ περὶ ὑμῶν, ὅτι στήκετε ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ εὐαγγελίου.

 

Ἑρμηνεία Π. Ν. Τρεμπέλα – Ἐκδόσεις Σωτήρ

   20 Καὶ ἡ σωτηρία μου αὐτὴ θὰ εἶναι σύμφωνος πρὸς τὴν σφοδρὰν καὶ σταθερὰν προσδοκίαν καὶ ἐλπίδα μου, ὅτι δὲν θὰ ἐντροπιασθῶ εἰς τίποτε καὶ δὲν θὰ ἀποδειχθῶ φαντασιόπληκτος διὰ τῆς διαψεύσεως τῶν ἐλπίδων μου. Ἀλλ’ ὅπως πάντοτε, ἔτσι καὶ τώρα μὲ πᾶσαν ἀφοβίαν καὶ θάρρος ἐκ μέρους μου θὰ μεγαλυνθῇ καὶ θὰ δοξασθῇ ὁ Χριστὸς διὰ τοῦ βασανιζομένου σώματός μου, εἴτε μείνω εἰς τὴν ζωήν, εἴτε θανατωθῶ. 21 Λέγω δὲ εἴτε ζήσω εἴτε θανατωθῶ, διότι εἰς ἑμὲ ζωὴ εἶναι ὁ Χριστός, ἀφοῦ ζῶ τὴν νέαν ζωὴν τοῦ Χριστοῦ καὶ ζῇ ὁ Χριστὸς μέσα μου. Ἀλλὰ καὶ τὸ νὰ ἀποθάνω εἶναι κέρδος, διότι διὰ τοῦ θανάτου θὰ ἐπιτύχω τὴν πλήρη ἕνωσίν μου μὲ τὸν Χριστόν. 22 Ἐὰν ὅμως τὸ νὰ ζῶ καὶ νὰ ἐργάζωμαι φέρων τὴν σάρκα μου, ἀποδίδῃ πνευματικὴν ὠφέλειαν καὶ καρπὸν διὰ τῆς ἀσκήσεως τοῦ ἀποστολικοῦ μου ἔργου, τί νὰ προτιμήσω δὲν ἠξεύρω. 23 Μὲ τραβοῦν δὲ καὶ μὲ κρατοῦν καὶ τὰ δύο, δηλαδὴ καὶ ἡ ἐπιθυμία τῆς ζωῆς καὶ ἡ ἐπιθυμία τοῦ θανάτου. Καὶ ὑπερισχύει ἡ ἐπιθυμία μου νὰ φύγω ἀπὸ τὴν ζωὴν αὐτὴν καὶ νὰ εἶμαι μαζὶ μὲ τὸν Χριστόν. Διότι αὐτὸ εἶναι ἀσυγκρίτως καλύτερον δι’ ἐμέ. 24 Τὸ νὰ παραμείνω ὅμως μὲ τὸ σῶμα εἰς τὴν παροῦσαν ζωὴν εἶναι ἀναγκαιότερον διὰ τὴν πνευματικήν σας ὠφέλειαν. 25 Καὶ μὲ ἀδίστακτον πεποίθησιν γνωρίζω τοῦτο, ὅτι θὰ μείνω εἰς τὴν παροῦσαν ζωὴν καὶ θὰ συμπαραμείνω μαζὶ μὲ ὅλους σας διὰ τὴν πρόοδον τῆς πίστεώς σας καὶ διὰ τὴν χαράν, ποὺ ἡ πίστις θὰ σᾶς προκαλῇ. 26 Καὶ θὰ μείνω εἰς τὴν παροῦσαν ζωήν, διὰ νὰ περισσεύῃ ἐξ αἰτίας μου τὸ καύχημά σας. Καὶ τὸ καύχημά σας αὐτὸ δὲν θὰ εἶναι καύχημα ἀνθρωπίνης ματαιοδοξίας καὶ ἀλαζονείας, ἀλλὰ καύχημα, ποὺ θὰ στηρίζεται εἰς τὴν ἕνωσίν σας μὲ τὸν Ἰησοῦν Χριστὸν καὶ εἰς τὴν πλήρη καὶ βαθεῖαν ἀναγνώρισιν, ὅτι κάθε καλόν, ποὺ ἔχετε, ἀπὸ αὐτὸν τὸ ἔχετε καὶ εἰς αὐτὸν ὀφείλεται ἡ δόξα. Καὶ θὰ περισσεύῃ τὸ καύχημα τοῦτο καὶ διὰ τῆς ἰδικῆς μου παρουσίας, ὅταν ἔλθω πάλιν εἰς σᾶς καὶ συντελῶ καὶ ἐγὼ εἰς τὴν πρόοδόν σας. 27 Μόνον φροντίζετε ἐν τῷ μεταξὺ νὰ συμπεριφέρεσθε καὶ νὰ ζῆτε κατὰ τρόπον ἄξιον τοῦ εὐαγγελίου, τὸ ὁποῖον κηρύττει τὸν Χριστόν. Νὰ ζῆτε ὡς πολῖται τῆς βασιλείας τῶν οὐρανῶν, ὥστε εἴτε ὅταν ἔλθω καὶ σᾶς ἴδω, εἴτε ὅταν ἀπουσιάζω καὶ ἀκούσω εἰδήσεις διὰ σᾶς, νὰ ἴδω καὶ νὰ ἀκούσω, ὅτι στέκεσθε εἰς τὴν παράταξιν τῶν στρατιωτῶν τοῦ Κυρίου μὲ ἕνα φρόνημα, μὲ μίαν ψυχὴν καὶ συναγωνίζεσθε διὰ τὴν πίστιν τοῦ εὐαγγελίου

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. κζ’  33-54

  33 Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅ ἐστι λεγόμενος κρανίου τόπος, 34 ἔδωκαν αὐτῷ πιεῖν ὄξος μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ ἤθελε πιεῖν. 35 σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βαλόντες κλῆρον, 36 καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ. 37 καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· οὗτός ἐστιν Ἰησοῦς ὁ βασιλεὺς τῶν Ἰουδαίων. 38 Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων. 39 Οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν 40 καὶ λέγοντες· ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν! σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ. 41 ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων καὶ Φαρισαίων ἔλεγον· 42 ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· εἰ βασιλεὺς Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν ἐπ᾿ αὐτῷ· 43 πέποιθεν ἐπὶ τὸν Θεόν, ῥυσάσθω νῦν αὐτόν, εἰ θέλει αὐτόν· εἶπε γὰρ ὅτι Θεοῦ εἰμι υἱός. 44 τὸ δ᾿ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες αὐτῷ ὠνείδιζον αὐτόν. 45 Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης. 46 περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων· ἠλὶ ἠλί, λιμᾶ σαβαχθανί; τοῦτ᾿ ἔστι, Θεέ μου Θεέ μου, ἱνατί με ἐγκατέλιπες; 47 τινὲς δὲ τῶν ἐκεῖ ἑστώτων ἀκούσαντες ἔλεγον ὅτι Ἠλίαν φωνεῖ οὗτος. 48 καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν. 49 οἱ δὲ λοιποὶ ἔλεγον· ἄφες ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων αὐτόν. 50 ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκε τὸ πνεῦμα. 51 Καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω, καὶ ἡ γῆ ἐσείσθη καὶ αἱ πέτραι ἐσχίσθησαν, 52 καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη, 53 καὶ ἐξελθόντες ἐκ τῶν μνημείων, μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς. 54 Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ᾿ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν, ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα ἐφοβήθησαν σφόδρα λέγοντες· ἀληθῶς Θεοῦ υἱὸς ἦν οὗτος.

 

Ἑρμηνεία Π. Ν. Τρεμπέλα – Ἐκδόσεις Σωτήρ

   33 Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅ ἐστι λεγόμενος κρανίου τόπος, 34 ἔδωκαν αὐτῷ πιεῖν ὄξος μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ ἤθελε πιεῖν. 35 σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βάλοντες κλῆρον, 36 καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ. 37 καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· Οὗτός ἐστιν Ἰησοῦς ὁ βασιλεῦς τῶν Ἰουδαίων. 38 Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων. 39 Οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν 40 καὶ λέγοντες· Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν! σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ. 41 ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων καὶ Φαρισαίων ἔλεγον· 42 Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· εἰ βασιλεὺς Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν ἐπ’ αὐτῷ· 43 πέποιθεν ἐπὶ τὸν Θεόν, ῥυσάσθω νῦν αὐτόν, εἰ θέλει αὐτόν· εἶπε γὰρ ὅτι Θεοῦ εἰμι υἱός. 44 τὸ δ’ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες αὐτῷ ὠνείδιζον αὐτόν. 45 Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης. 46 περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων· Ἠλὶ ἠλὶ, λιμᾶ σαβαχθανί; τοῦτ’ ἔστι Θεέ μου, Θεέ μου, ἱνατί με ἐγκατέλιπες; 47 τινὲς δὲ τῶν ἐκεῖ ἑστηκότων ἀκούσαντες ἔλεγον ὅτι Ἠλίαν φωνεῖ οὗτος. 48 καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν. 49 οἱ δὲ λοιποὶ ἔλεγον· Ἄφες ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων αὐτόν. 50 ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκε τὸ πνεῦμα. 51 Καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω, καὶ ἡ γῆ ἐσείσθη καὶ αἱ πέτραι ἐσχίσθησαν, 52 καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη, 53 καὶ ἐξελθόντες ἐκ τῶν μνημείων, μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς. 54 Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ’ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν, ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα ἐφοβήθησαν σφόδρα λέγοντες· Ἀληθῶς Θεοῦ υἱὸς ἦν οὗτος.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΟΣ ΛΟΓΓΙΝΟΣ

   Στίς 16 Ὀκτωβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου Λογγίνου τοῦ ἑκατοντάρχου. Ὁ ἅγιος Λογγῖνος ἔζησε κατά τούς χρόνους τοῦ Καίσαρος Τιβερίου καί καταγόταν ἀπό τήν Καππαδοκία, ὑπηρετοῦσε δέ ὡς ἑκατόνταρχος στήν Ἰουδαία, ὑπό τοῦ Ποντίου Πιλάτου καί παραβρέθηκε στά σωτήρια πάθη τοῦ Κυρίου, ὅπου μαζί μέ τούς στρατιῶτες του εἶχε ἀναλάβει τήν φύλαξη τοῦ σφραγισθέντος τάφου. Ἔτσι ἦταν αὐτόπτης μάρτυρας σέ ὅλα τά κοσμοσωτήρια γεγονότα πού ἔγιναν πρίν καί μετά τήν σταύρωση τοῦ Χριστοῦ. Μετά τήν ἀνάσταση τοῦ Κυρίου, ἀφοῦ ἀρνήθηκε νά δωροκηθῆ ἀπό τούς Ἰουδαίους ἐγκατέλειψε τό ἀξίωμά του καί ἔφυγε μέ δύο στρατιῶτες του γιά τήν Καππαδοκία, ὅπου κήρυττε τήν θεότητα τοῦ Χριστοῦ. Γιά τόν λόγο αὐτό οἱ ἑβραῖοι δωροδόκησαν τόν Πιλάτο νά στείλη στρατιωτικό ἀπόσπασμα νά τούς θανατώσουν. Φθάνοντας οἱ στρατιῶτες στήν Καππαδοκία, κατά θεία πρόνοια, συναντοῦν τόν ἅγιο Λογγῖνο καί φιλοξενοῦνται ἀπό αὐτόν χωρίς νά γνωρίζωνται μεταξύ τους. Ὅταν τοῦ ἀποκάλυψαν τόν σκοπό τους ὁ ἅγιος Λογγῖνος χωρίς νά φανερωθῆ συνέχισε νά τούς περιποιῆται μέ πολύ ἀγάπη καί ὅταν πρόκειτο νά ἀναχωρήσουν τούς ἀποκαλύφθηκε. Οἱ στρατιῶτες λυπήθηκαν, λλά μέ τίς προτροπές τοῦ ἁγίου Λογγίνου τόν ἀποκεφάλισαν μαζί μέ τούς δύο στρατιῶτες. Ἡ τίμια κάρα του στάλθηκε στόν Πιλάτο, γιά νά ἐπιβεβαιωθῆ ἡ ἐκτέλεση τῆς διαταγῆς. Οἱ ἰουδαῖοι τήν παράχωσαν μέσα σέ κοπριά ἀλλά μετά ἀπό πολλά χρόνια ἀποκαλύφθηκε μέ θεία ὀπτασία σέ μία γυναίκα ἀπό τήν Καππαδοκία, ἡ ὁποία τὴν πῆρε στήν πατρίδα της καί τήν ἀποθησαύρισε σέ ἐκκλησία πού ἔκτισε στό ὄνομα τοῦ Ἁγίου Λογγίνου. πό τότε εἶναι πηγή πολλῶν θαυμάτων.

Ἀπολυτίκιον

(Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.)

   Τὸν Ἥλιον τῆς δόξης Σταυρῶ προσηλωθέντα, καὶ τοὶς ἐν σκιᾷ τοῦ θανάτου ἐκλάμποντα ὡς εἶδες, ηὐγάσθης αὐτοῦ ταὶς ἀστραπαίς, καὶ ἤθλησας Λογγῖνε εὐσεβῶς· διὰ τοῦτο νοσημάτων παντοδαπῶν, λυτροῦσαι τοὺς ἐκβοώντας· δόξα τῷ δεδωκότι σοὶ ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργούντι διὰ σοῦ, πᾶσιν ἰάματα.

Μεγαλυνάριον

   Κήρυξ καί αὐτόπτης ὤφθης τρανῶς, τοῦ σαρκί παθόντος, εὐδοκίᾳ Λόγου Θεοῦ· εὐθαρσῶς γάρ τούτου, τήν ἔγερσιν κηρύττων, ὑπέρ αὐτοῦ Λογγῖνε προθύμως τέθυσαι.

Previous Article

17 Ὀκτωβρίου

Next Article

15 Ὀκτωβρίου