18 Ἰουλίου

Share:

 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α΄ Κορ. δ΄ 5-9

   5 Ὤστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν, καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ Θεοῦ. 6 Ταῦτα δέ, ἀδελφοί, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλὼ δι᾿ ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν, ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς φυσιοῦσθε κατὰ τοῦ ἑτέρου. 7 τίς γάρ σε διακρίνει; τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; 8 ἤδη κεκορεσμένοι ἐστέ, ἤδη ἐπλουτήσατε, χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. 9 δοκῶ γάρ ὅτι ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις καὶ ἀνθρώποις.

 

Ἑρμηνεία Π. Ν. Τρεμπέλα – Ἐκδόσεις Σωτήρ

   5 Ὥστε μὴ λέγετε ὁ Παῦλος ἢ ὁ Ἀπολλὼς ἢ ὁ Πέτρος εἶναι ὁ καλύτερος. Μὴ κάνετε δηλαδὴ καμμίαν κρίσιν πρὸ τοῦ ὡρισμένου καιροῦ, μέχρις ὅτου ἔλθῃ ὁ Κύριος, ὁ ὁποῖος θὰ ρίψῃ πλῆρες φῶς εἰς αὐτά, ποὺ τώρα εἶναι κρυμμένα εἰς τὸ σκότος καὶ θὰ φανερώσῃ τὰς ἐσωτερικὰς σκέψεις καὶ ἀποφάσεις τῶν καρδιῶν. Καὶ τότε τὸν ἔπαινον εἰς τὸν καθένα θὰ τὸν ἀποδώσῃ ὄχι ἄνθρωπος, ἀλλ’ ὁ Θεός. 6 Αὐτὰ δέ, ποὺ σᾶς εἶπα, ἀδελφοί, τὰ μετέτρεψα ὥστε νὰ ἐφαρμόζουν εἰς τὸν ἑαυτόν μου καὶ εἰς τὸν Ἀπολλὼ πρὸς ὠφέλειαν ἰδικήν σας· διὰ νὰ μάθετε μὲ τὸ παράδειγμά μας νὰ μὴ σχηματίζετε διὰ τὸν ἑαυτόν σας φρόνημα παραπάνω ἀπὸ ἐκεῖνο ποὺ εἶναι γραμμένον καὶ μᾶς παραγγέλλει ἡ Γραφή, διὰ νὰ μὴ φουσκώνετε καὶ ὑπερηφανεύεσθε ὁ ἕνας μαθητής, ἐπειδὴ ἔχει ἀρχηγὸν καὶ διδάσκαλον αὐτὸν τὸν ἕνα κατὰ τοῦ ἄλλου μαθητοῦ, ποὺ ἔχει ἀρχηγὸν καὶ διδάσκαλον τὸν ἄλλον. 7 Οὔτε οἱ μαθηταὶ ἐπιτρέπεται νὰ ὑπερηφανεύωνται, οὔτε οἱ διδάσκαλοι. Διότι καὶ σὲ τὸν διδάσκαλον, ποῖος σὲ θεωρεῖ καλύτερον καὶ ὑπεροχώτερον ἀπὸ τοὺς ἄλλους; Ἄνθρωπος, ὄχι ὅμως ὁ Θεός. Ποῖον δὲ χάρισμα ἔχεις, τὸ ὁποῖον δὲν ἔλαβες ἀπὸ τὸν Θεόν; Ὅλα ἀπὸ τὸν Θεόν τὰ ἔχεις. Ἐὰν δὲ κάθε τι ποὺ ἔχεις, τὸ ἔλαβες ἀπὸ τὸν Θεόν, διατὶ καυχᾶσαι σὰν νὰ μὴ ἔλαβες τίποτε; 8 Τώρα δὰ πλέον εἶσθε χορτάτοι! Τώρα ἐγίνατε πλούσιοι ἀπὸ πνευματικοὺς θησαυρούς! Χωρὶς νὰ ἔχετε μαζί σας καὶ ἡμᾶς τοὺς διδασκάλους σας, κατεκτήσατε μόνοι σας τὴν βασιλείαν τῶν οὐρανῶν! Καὶ εἴθε νὰ ἐβασιλεύατε, διὰ νὰ βασιλεύσωμεν καὶ ἡμεῖς μαζί σας. 9 Κάθε ἄλλο ὅμως παρὰ βασιλείαν ἀπολαμβάνομεν ἡμείς οἱ Ἀπόστολοι. Διότι νομίζω, ὅτι ὁ Θεὸς ἠμᾶς τοὺς Ἀποστόλους ἔδειξε δημοσίᾳ καὶ εἰς τὰ μάτια ὅλων τελευταίους, σὰν καταδίκους, ποὺ πρόκειται νὰ θανατωθοῦν. Διότι ἐγίναμεν θέαμα εἰς ὅλον τὸν κόσμον καὶ εἰς τοὺς ἀγγέλους, καὶ εἰς τοὺς ἀνθρώπους, θαυμαζόμενοι μὲν ἀπὸ τοὺς ἀγαθούς, περιφρονούμενοι δὲ καὶ χλευαζόμενοι ἀπὸ τοὺς ἄλλους.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. ιγ΄ 44-54

   44 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψε, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πάντα ὅσα ἔχει πωλεῖ καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον. 45 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας· 46 ὃς εὑρὼν ἕνα πολύτιμον μαργαρίτην ἀπελθὼν πέπρακε πάντα ὅσα εἶχε καὶ ἠγόρασεν αὐτόν. 47 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένους συναγαγούσῃ· 48 ἥν, ὅτε ἐπληρώθη, ἀναβιβάσαντες αὐτὴν ἐπὶ τὀν αἰγιαλὸν καὶ καθίσαντες συνέλεξαν τὰ καλὰ εἰς ἀγγεῖα, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον. 49 οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος. ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσι τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων, 50 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 51 Λέγει αὐτοῖς ὁ Ἰησοῦς· συνήκατε ταῦτα πάντα; λέγουσιν αὐτῷ, ναί, Κύριε. 52 ὁ δὲ εἶπεν αὐτοῖς· διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά. 53 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας μετῆρεν ἐκεῖθεν, 54 καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν, ὥστε ἐκπλήττεσθαι αὐτοὺς καὶ λέγειν· πόθεν τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις;

 

Ἑρμηνεία Π. Ν. Τρεμπέλα – Ἐκδόσεις Σωτήρ

   44 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψε, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πάντα ὅσα ἔχει πωλεῖ καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον. 45 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας· 46 ὃς εὑρὼν ἕνα πολύτιμον μαργαρίτην ἀπελθὼν πέπρακε πάντα ὅσα εἶχε καὶ ἠγόρασεν αὐτόν. 47 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένους συναγαγούσῃ· 48 ἣν, ὅτε ἐπληρώθη, ἀναβιβάσαντες αὐτὴν ἐπὶ τὸν αἰγιαλὸν καὶ καθίσαντες συνέλεξαν τὰ καλὰ εἰς ἀγγεῖα, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον. 49 οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος. ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσι τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων 50 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 51 Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Συνήκατε ταῦτα πάντα; λέγουσιν αὐτῷ, Ναί Κύριε. 52 ὁ δὲ εἶπεν αὐτοῖς· Διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά. 53 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν. 54 καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν, ὥστε ἐκπλήττεσθαι αὐτοὺς καὶ λέγειν· Πόθεν τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις;

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΑΙΜΙΛΙΑΝΟΣ

   Στίς 18 Ἰουλίου ἡ Ἐκκλησία μας ἑορτάζει τήν μνήμη τοῦ ἁγίου μάρτυρος Αἰμιλιανοῦ. Ἔζησε κατά τούς χρόνους τοῦ Ἰουλιανοῦ τοῦ παραβάτου (361), καταγόταν ἀπό τό Δορύστολο τῆς Θράκης καί ἦταν δοῦλος ἑνός εἰδωλολάτρη. Ἦταν πιστός χριστιανός καί κάποτε κατέστρεψε ὅλα τά εἴδωλα ἑνός εἰδωλολατρικοῦ ναοῦ. Ἐπειδή δέν γνώριζαν ποιός ἦταν ὁ δράστης, τιμωρήθηκαν πολλοί ὡς ὕποπτοι γιά τό γεγονός αὐτό. Τότε ὁ ἅγιος παραδόθηκε καί ὁμολόγησε ὅτι ἐκεῖνος ἦταν ὑπεύθυνος γιά τήν καταστροφή. Συνελήφθη καί ἔλεγξε τόν ἄρχοντα γιά τήν ἐλπίδα του στά ψεύτικα εἴδωλα. Τόν ἔδειραν ἀνελέητα μέ βούνευρα, τόν ἔρριξαν στή φωτιά, στήν ὁποία παρέμεινε ἀβλαβής καί παρέδωσε τήν ψυχή του στά χέρια τοῦ Θεοῦ.

Ἀπολυτίκιον

(Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ ἐκουσίως.)

   Ὡς προσφορὰ καὶ ὁλοκάρπωμα θεῖον, διὰ πυρὸς προσενεχθείς τῷ Δεσπότῃ, τοῖς ὄμβροις τῶν χαρίτων σου εὐφραίνεις νῦν ἠμᾶς, πῦρ γὰρ τὸ οὐράνιον, τῇ ψυχῇ περιφέρων, ὥσπερ αὔραν ἔφερες, τὴν κατάφλεξιν Μάρτυς. Ἀλλὰ μὴ παύσῃ πάντοτε φρουρῶν, τοὺς σὲ τιμῶντας, Αἰμιλιανὲ ἔνδοξε.

Μεγαλυνάριον

  Ἴαμα ὡς δρόσος ἐωθνιή, εὐσεβέσιν ὤφθη, ἡ σή ἄθλησις ἐν πυρί· δι’ αὐτῆς γάρ Μάρτυς, τῷ κόσμῳ διαπνέεις, ὧ Αἰμιλιανέ τάς θείας χάριτας.

Previous Article

19 Ἰουλίου

Next Article

17 Ἰουλίου