1η Σεπτεμβρίου

Share:

᾿Αποστολικόν ανάγνωσμα

Α’ Τιμ. β’ 1-7

 Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀνθρώπων, ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. Τοῦτο γὰρ καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ σωτῆρος ἡμῶν Θεοῦ, ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. εἷς γὰρ Θεός, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς ᾿Ιησοῦς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, τὸ μαρτύριον καιροῖς ἰδίοις, εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ καὶ ἀπόστολος,- ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι,- διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ.

Εὐαγγελικόν ανάγνωσμα

Λκ. δ’ 16-22

Ἦλθεν ο Ἰησούς εἰς τὴν Ναζαρέτ, οὗ ἦν τεθραμμένος, καὶ εἰσῆλθε κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν, καὶ ἀνέστη ἀναγνῶναι. Καὶ ἐπεδόθη αὐτῷ βιβλίον Ἡσαΐου τοῦ προφήτου, καὶ ἀναπτύξας τὸ βιβλίον εὗρε τὸν τόπον οὗ ἦν γεγραμμένον. Πνεῦμα Κυρίου ἐπ᾿ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει, κηρῦξαι ἐνιαυτὸν Κυρίου δεκτόν. Καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισε· καὶ πάντων ἐν τῇ συναγωγῇ οἱ ὀφθαλμοὶ ἦσαν ἀτενίζοντες αὐτῷ. Ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν. Καὶ πάντες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ καὶ ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ υἱὸς Ἰωσήφ;

Την 1η Σεπτεμβρίου, αρχή της Ινδίκτου, ήτοι του νέου εκκλησιαστικού έτους. Κατ’ αυτήν τιμώμεν και τον όσιον Συμεών τον Στυλίτην.

Εγεννήθη το έτος 392 εις την κώμην Σίσαν της Συρίας, επί Λέοντος του Μεγάλου και Μαρτυρίου ιεραρχούντος εν Αντιοχεία. Εκ νεανικής ηλικίας ποθήσας τον μοναχικόν βίον ησκήθη αλληλοδιαδόχως α) κατ’ αρχάς εις μοναστήριον, κείμενον εν τοις ορίος Κιλικίας και Συρίας. β) κατόπιν κατά μόνας εις ερημικά μέρη και γ) εις τα όρη της Συρίας επί υψηλού στύλου διεβίου επί πολλά έτη όρθιος, εκλεξάμενος τον ιδιότυπον τούτον τρόπον τής ασκήσεως, τον οποίον και έτεροι εμιμήθησαν. Εκοιμήθη εν Κυρίω εν ειρήνη εις ηλικίαν 69 ετών, ήτοι το έτος 461, χρηματίσας υπόδειγμα ασκητικής πολιτείας και οσιακής βιοτής, διό καί μιμητάς εύρε της ιδιοτύπου αυτής αθλήσεως.

“Λιπών Συμεών την επί στύλου βάσιν, την εγγύς εύρε του Θεού Λόγου στάσιν· Υψιβάτης Συμεών Σεπτεμβρίου έκθανε πρώτη”.

Ωρολόγιον το Μέγα, εκδ. Αποστολικής Διακονίας.1959 Μηναίον Σεπτ

Previous Article

Ἡ βλάσφημη αἵρεση περί μολυσμοῦ στό ναό

Next Article

ΦΟΡΟΥΣΑΝ ΜΑΣΚΕΣ ΟΙ ΜΥΡΟΦΟΡΕΣ;

Διαβάστε ακόμα