1 Ὀκτωβρίου

Share:

 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β΄ Κορ. ς΄ 16 – ζ΄1

  16 Τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; ὑμεῖς γὰρ ναὸς Θεοῦ ἐστε ζῶντος, καθὼς εἶπεν ὁ Θεὸς ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός. 17 διὸ ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, κἀγὼ εἰσδέξομαι ὑμᾶς, 18 καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ.

  ζ΄ 1 Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ς’ 31-36

   31 Καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως. 32 καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσι. 33 καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσι. 34 καὶ ἐὰν δανείζητε παρ᾿ ὧν ἐλπίζετε ἀπολαβεῖν, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανείζουσιν ἵνα ἀπολάβωσι τὰ ἴσα. 35 πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανείζετε μηδὲν ἀπελπίζοντες, καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς. 36 Γίνεσθε οὖν οἰκτίρμονες, καθὼς καὶ ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστί.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΠΟΣΤΟΛΟΣ ΑΝΑΝΙΑΣ

    Τήν 1η ὈκτωβρίουἘκκλησία μας τιμᾶ τὴ μνήμη τοῦ ἀποστόλου Ἀνανία, ὁ ὁποῖος ἔζησε κατά τούς χρόνους τοῦ Ἰησοῦ Χριστοῦ καί διέμενε στή Δαμασκό. Ὁ Ἀνανίας, κατόπιν ὑποδείξεως τοῦ Κυρίου, μετέφερε στόν ἐν ἀγνοίᾳ εὑρισκόμενο Σαῦλο τό σχέδιο του. Συγκεκριμένα τόν συνάντησε, μετά τό συγκλονιστικό γεγονός τῆς Δαμασκοῦ, καί τοῦ εἶπε: «Σαούλ ἀδελφέ, ὁ Κύριος ἀπέσταλκέ με, Ἰησοῦς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καί πλησθῇς Πνεύματος ἁγίου». Ὁ λόγος τοῦ Ἀνανία πραγματοποιήθηκε. Ὁ Παῦλος ἀνέκτησε τό φῶς καί βαπτίσθηκε. Ὁ Ἀνανίας κήρυξε σέ διάφορες πόλεις τῆς Ἀνατολῆς. Τελικά συνελήφθη ἀπό τόν ἡγεμόνα Λουκιανό καί καταδικάστηκε γιά τήν πίστη του στό Χριστό. Δέχθηκε πολλά βασανιστήρια καί κατέληξε στόν διά λιθοβολισμοῦ μαρτυρικό θάνατο.

  Πρωτ. Δ.Δ.Τ.

Ἀπολυτίκιον

(Ἦχος δ΄. Ταχύ προκατάλαβε)

Ὡς ἔμπλεως Χάριτος, τοῦ Τρισηλίου Φωτός, τό σκεῦος ἐφώτισας, τῆς ἐκλογῆς τοῦ Χριστοῦ, Ἀνανία Ἀπόστολε· ὅθεν ἀνακηρύξας, εὐσεβείας τόν λόγον, ἄθλοις ἐβεβαιώσω, τήν σωτήριον Χάριν, δι᾽ ἧς τοῖς σέ εὐφημοῦσι, δίδου τά πρόσφορα.

Μεγαλυνάριον

Δι’ ἀποκαλύψεως θεϊκῆς, τῷ Σαύλῳ βραβεύεις, τόν οὐράνιον φωτισμόν· ὅθεν Ἀνανία, ὡς Μάρτυρά σε θεῖον, Ἀπόστολόν τε ἅμα Χριστός ἐδοξασεν.

Previous Article

2 Ὀκτωβρίου

Next Article

30 Σεπτεμβρίου