10 Αὐγούστου

Share:

 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α΄ Κορ. ιγ΄ 4 – ιδ΄ 5

   4 Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, ἡ ἀγάπη οὐ ζηλοῖ, ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται, 5 οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, 6 οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· 7 πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει. 8 ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει. εἴτε δὲ προφητεῖαι, καταργηθήσονται· εἴτε γλῶσσαι, παύσονται· εἴτε γνῶσις, καταργηθήσεται. 9 ἐκ μέρους δὲ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν· 10 ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται. 11 ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην· ὅτε δὲ γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου. 12 βλέπομεν γὰρ ἄρτι δι᾿ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην. 13 νυνὶ δὲ μένει πίστις, ἐλπίς, ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ τούτων ἡ ἀγάπη.

   ιδ΄ 1 Διώκετε τὴν ἀγάπην· ζηλοῦτε δὲ τὰ πνευματικά, μᾶλλον δὲ ἵνα προφητεύητε. 2 ὁ γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ τῷ Θεῷ· οὐδεὶς γὰρ ἀκούει, πνεύματι δὲ λαλεῖ μυστήρια· 3 ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν. 4 ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ, ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ. 5 θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε· μείζων γὰρ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις, ἐκτὸς εἰ μὴ διερμηνεύῃ, ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ.

 

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. κ΄ 1-16

   1 Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωΐ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ. 2 καὶ συμφωνήσας μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ. 3 καὶ ἐξελθὼν περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς, 4 καὶ ἐκείνοις εἶπεν· ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν. οἱ δὲ ἀπῆλθον. 5 πάλιν ἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως. 6 περὶ δὲ τὴν ἑνδεκάτην ὥραν ἐξελθὼν εὗρεν ἄλλους ἑστῶτας ἀργούς, καὶ λέγει αὐτοῖς· τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; 7 λέγουσιν αὐτῷ· ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. λέγει αὐτοῖς· ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον λήψεσθε. 8 ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ· κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος αὐτοῖς τὸν μισθόν, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων. 9 καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον. 10 ἐλθόντες δὲ οἱ πρῶτοι ἐνόμισαν ὅτι πλείονα λήψονται, καὶ ἔλαβον καὶ αὐτοὶ ἀνὰ δηνάριον. 11 λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου 12 λέγοντες ὅτι οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους ἡμῖν αὐτοὺς ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα. 13 ὁ δὲ ἀποκριθεὶς εἶπεν ἑνὶ αὐτῶν· ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι; 14 ἆρον τὸ σὸν καὶ ὕπαγε· θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί· 15 ἢ οὐκ ἔξεστί μοι ποιῆσαι ὃ θέλω ἐν τοῖς ἐμοῖς; εἰ ὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι; 16 Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι καὶ οἱ πρῶτοι ἔσχατοι· πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΟΙ ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΞΥΣΤΟΣ, ΛΑΥΡΕΝΤΙΟΣ ΚΑΙ ΙΠΠΟΛΥΤΟΣ

    Στίς 10 Αὐγούστου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῶν ἁγίων μαρτύρων Λαυρεντίου, Ξύστου καί Ἱππολύτου. Οἱ ἅγιοι αὐτοί μάρτυρες ἔζησαν στούς χρόνους τοῦ δυσσεβοῦς βασιλέα Δεκίου. Ὁ Ξύστος καταγόταν ἀπό τήν Ἀθήνα, ὅπου σπούδαζε φιλοσοφία, ἀργότερα πῆγε στήν Ρώμη καί χειροτονήθηκε ἐπίσκοπος μετά τό μαρτύριο τοῦ ἁγίου Στεφάνου, πάπα Ρώμης. Λόγω τοῦ διωγμοῦ πού ξέσπασε ἐκείνη τήν ἐποχή στήν Ρώμη ὁ Ξύστος πρόσταξε τόν ἀρχιδιάκονο Λαυρέντιο νά κρύψη τά ἱερά σκεύη τῆς Ἐκκλησίας. Ὁ ἅγιος Λαυρέντιος τότε τά μοίρασε στούς φτωχούς. Ἔτσι, ὅταν ὁ Δέκιος γύρισε ἀπό τήν Περσία διέταξε νά ἀποκεφαλίσουν τόν πάπα Ξύστο, τόν δέ Λαυρέντιο νά τοῦ παραδώση τά ἱερά σκεύη καί τούς θησαυρούς τῆς Ἐκκλησίας. Τότε ὁ Ἅγιος Λαυρέντιος μάζεψε τούς πτωχούς καί τούς ὁδήγησε στόν βασιλέα. Ὁ Δέκιος θυμωμένος διέταξε, ἀφοῦ τόν δείρουν ἀνελέητα νά τόν φυλακίσουν. Βρισκόμενος ὁ ἅγιος στήν φυλακή θεράπευσε πολλούς ἀρρώστους, κατόπιν ἐπειδή δέν πείσθηκε νά θυσιάση στά εἴδωλα τόν ξάπλωσαν σέ μία πυρακτωμένη σχάρα, ὅπου καί παρέδωσε τήν ψυχή του στόν Κύριο. Τό ἅγιο λείψανό του τό ἐνταφίασε μέ τιμές ὁ ἅγιος Ἱππόλυτος. Ὅταν τό ἔμαθε ὁ Δέκιος πρόσταξε νά τόν βασανίσουν καί ἔτσι ὁ Ἱππόλυτος παρέδωσε καί αὐτός τό πνεῦμα του στόν Κύριο καί ἀξιώθηκαν καί οἱ τρεῖς τῆς οὐρανίου Βασιλείας.

Ἀπολυτίκιον

(Ἦχος γ΄. Τὴν ὡραιότητα.)

Τῷ θείῳ Πνεύματι, καταυγαζόμενος, ὡς ἄνθραξ ἔφλεξας, πλάνης τὴν ἄκανθαν, Ἀρχιδιάκονε Χριστοῦ, Λαυρέντιε Ἀθλοφόρε, ὅθεν ὡς θυμίαμα, λογικὸν ὁλοκαύτωσαι, τῷ σὲ μεγαλύναντι, τῷ πυρὶ τελειούμενος, διό τούς σὲ τιμώντας θεόφρον, σκέπε ἐκ πάσης ἐπήρειας.

Μεγαλυνάριον

Χαίροις ὁ διάκονος τοῦ Χριστοῦ, ὁ διακονήσας, ἐν τῇ χάριτι εὐσεβῶς· χαίροις ὁ τελέσας, διά πυρός ἀνδρείως, τόν ἔνθεον ἀγῶνα Μάρτυς Λαυρέντιε.

Previous Article

11 Αὐγούστου

Next Article

9 Αὐγούστου