10 Σεπτεμβρίου

Share:

᾿Αποστολικόν ανάγνωσμα

Γαλ. α’ 1-3, 20-24, β’ 1-5

Παῦλος, ἀπόστολος οὐκ ἀπ’ ἀνθρώπων, οὐδὲ δι’ ἀνθρώπου, ἀλλὰ διὰ ᾿Ιησοῦ Χριστοῦ καὶ Θεοῦ πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν, καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοί, ταῖς ἐκκλησίαις τῆς Γαλατίας· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς καὶ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ, ἃ δὲ γράφω ὑμῖν, ἰδοὺ ἐνώπιον τοῦ Θεοῦ ὅτι οὐ ψεύδομαι. ἔπειτα ἦλθον εἰς τὰ κλίματα τῆς Συρίας καὶ τῆς Κιλικίας. ἤμην δὲ ἀγνοούμενος τῷ προσώπῳ ταῖς ἐκκλησίαις τῆς ᾿Ιουδαίας ταῖς ἐν Χριστῷ μόνον δὲ ἀκούοντες ἦσαν ὅτι ὁ διώκων ἡμᾶς ποτε νῦν εὐαγγελίζεται τὴν πίστιν ἥν ποτε ἐπόρθει, καὶ ἐδόξαζον ἐν ἐμοὶ τὸ Θεόν. Ἔπειτα διὰ δεκατεσσάρων ἐτῶν πάλιν ἀνέβην εἰς ῾Ιεροσόλυμα μετὰ Βαρνάβα, συμπαραλαβὼν καὶ Τίτον· ἀνέβην δὲ κατὰ ἀποκάλυψιν· καὶ ἀνεθέμην αὐτοῖς τὸ εὐαγγέλιον ὃ κηρύσσω ἐν τοῖς ἔθνεσι, κατ’ ἰδίαν δὲ τοῖς δοκοῦσι, μήπως εἰς κενὸν τρέχω ἢ ἔδραμον. ἀλλ’ οὐδὲ Τίτος ὁ σὺν ἐμοί, ῞Ελλην ὤν, ἠναγκάσθη περιτμηθῆναι, διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους, οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν ἣν ἔχομεν ἐν Χριστῷ ᾿Ιησοῦ, ἵνα ἡμᾶς καταδουλώσωνται· οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ, ἵνα ἡ ἀλήθεια τοῦ εὐαγγελίου διαμείνῃ πρὸς ὑμᾶς.

 

 

Εὐαγγελικόν ανάγνωσμα

Ιω. γ’ 16-21

Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον. Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος δι’ αὐτοῦ. Ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται, ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ Θεοῦ. Αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον, καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς· ἦν γὰρ πονηρὰ αὐτῶν τὰ ἔργα. Πᾶς γὰρ ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ ὁ δὲ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς, ἵνα φανερωθῇ αὐτοῦ τὰ ἔργα, ὅτι ἐν Θεῷ ἐστιν εἰργασμένα.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Στις 10 Σεπτεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τῶν τριῶν κατὰ σάρκα ἀδελφῶν, οἱ ὁποῖες κατάγονταν ἀπὸ τὴ Βιθυνία καὶ ἔζησαν τὸν 3ο αἰώνα. Ὁ Συναξαριστὴς σημειώνει ὅτι οἱ τρεῖς ἀδελφὲς εἶχαν ἀποκτήσει μόρφωση, γιατὶ ἡ οἰκογένειά τους ἦταν εὔπορη. Διακρίνονταν ἐπίσης γιὰ τὴν φυσικὴ τους ὡραιότητα, γιὰ τὸ ἦθος τους, τὴ σωφροσύνη, τὴ σεμνότητα καὶ φιλανθρωπία.Ὅταν ἔμειναν ὀρφανές, ἀποσύρθηκαν σὲ ἕνα βουνό, «ὅπου εἶχον τακτικὰ τὸν ἐκκλησιασμόν των, τὴν θείαν κοινωνίαν, τὴν προσευχήν, τὴν μελέτην, τὴν ἐργασίαν καὶ τὰς ἐλεημοσύνας. Ἔρραπταν φορέματα, τὰ ὁποῖα ἐδώρουν εἰς πτωχοὺς οἰκογενειάρχας, εἰς ἀπόρους χήρας, εἰς ἀπροστάτευτα ὀρφανά. Ἀλλὰ καὶ χρήματα μετέδιδαν ἀπ᾽ εὐθείας πρὸς τοὺς δυστυχεῖς». Τὸ θεάρεστο ἔργο τῶν τριῶν ἀδελφῶν ἀνέκοψαν οἱ εἰδωλολάτρες, οἱ ὁποῖοι τὶς συνέλαβαν καὶ τὶς ὁδήγησαν στὰ βασανιστήρια καὶ τέλος στὸ μαρτυρικὸ θάνατο. Τὸ μεγαλυνάριο τῶν Ἁγίων ἀναφέρει: «Χαίροις Μόνοδώρα θεοειδής· χαίροις Μητροδώρα, ἀπερίτρεπτε ἐν ποιναῖς·χαίροις Νυμφοδώρα, ἡ τοῦ Σωτῆρος νύμφη, Τριάδος τῆς Ἁγίας, κόραι ἰσάριθμοι».

Πρωτ. Δ.Δ.Τ.

Previous Article

Εχουμε καταλήξει σε έγγραφη συμφωνία με την Τουρκία!

Next Article

Σχέδιον καταλύσεως τῶν Ἱερῶν Κανόνων;      Ἡ «ἄγνωστος» μελέτη τοῦ Πατριάρχου Κων/λεως

Διαβάστε ακόμα