3 Αὐγούστου

Share:

 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α΄ Κορ. ς΄ 20 – ζ΄ 12

    20 Ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν καὶ ἐν τῷ πνεύματι ὑμῶν, ἅτινά ἐστι τοῦ Θεοῦ.

ζ΄ 1 Περὶ δὲ ὧν ἐγράψατέ μοι, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· 2 διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω. 3 τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην εὔνοιαν ἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί. 4 ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ᾿ ὁ ἀνήρ· ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ᾿ ἡ γυνή. 5 μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρόν, ἵνα σχολάζητε τῇ νηστείᾳ καὶ τῇ προσευχῇ καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχησθε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν. 6 τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ᾿ ἐπιταγήν. 7 θέλω γὰρ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν· ἀλλ᾿ ἕκαστος ἴδιον χάρισμα ἔχει ἐκ Θεοῦ, ὃς μὲν οὕτως, ὃς δὲ οὕτως. 8 Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς ἐστιν ἐὰν μείνωσιν ὡς κἀγώ. 9 εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν· κρεῖσσον γάρ ἐστι γαμῆσαι ἢ πυροῦσθαι. 10 τοῖς δὲ γεγαμηκόσι παραγγέλλω, οὐκ ἐγώ, ἀλλ᾿ ὁ Κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι· 11 ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος ἢ τῷ ἀνδρὶ καταλλαγήτω· καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι. 12 τοῖς δὲ λοιποῖς ἐγὼ λέγω, οὐχ ὁ Κύριος· εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον, καὶ αὐτὴ συνευδοκεῖ οἰκεῖν μετ᾿ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. ιδ΄ 1-13

     1 Ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν Ἡρῴδης ὁ τετράρχης τὴν ἀκοὴν Ἰησοῦ. 2 καὶ εἶπε τοῖς παισὶν αὐτοῦ· οὗτός ἐστιν Ἰωάννης ὁ βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ. 3 ὁ γὰρ Ἡρῴδης κρατήσας τὸν Ἰωάννην ἔδησεν αὐτὸν καὶ ἔθετο ἐν φυλακῇ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ. 4 ἔλεγε γὰρ αὐτῷ ὁ Ἰωάννης· οὐκ ἔξεστί σοι ἔχειν αὐτήν. 5 καὶ θέλων αὐτὸν ἀποκτεῖναι ἐφοβήθη τὸν ὄχλον, ὅτι ὡς προφήτην αὐτὸν εἶχον. 6 γενεσίων δὲ ἀγομένων τοῦ Ἡρῴδου ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρῳδιάδος ἐν τῷ μέσῳ καὶ ἤρεσε τῷ Ἡρῴδη· 7 ὅθεν μεθ᾿ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται. 8 ἡ δέ, προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς, δός μοι, φησίν, ὧδε επὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ. 9 καὶ ἐλυπήθη ὁ βασιλεύς, διὰ δὲ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἐκέλευσε δοθῆναι, 10 καὶ πέμψας ἀπεκεφάλισε τὸν Ἰωάννην ἐν τῇ φυλακῇ. 11 καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι καὶ ἐδόθη τῷ κορασίῳ, καὶ ἤνεγκε τῇ μητρὶ αὐτῆς. 12 καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ σῶμα καὶ ἔθαψαν αὐτό, καὶ ἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ. 13 Ἀκούσας δὲ ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ᾿ ἰδίαν· καἰ ἀκούσαντες οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Η ΟΣΙΑ ΘΕΟΚΛΗΤΩ Η ΘΑΥΜΑΤΟΥΡΓΟΣ

   Στίς 3 Αὐγούστου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῆς ὁσίας Θεοκλητοῦς τῆς θαυματουργοῦ. Ἡ ἅγια Θεοκλητώ ἔζησε στούς χρόνους τοῦ δυσσεβοῦς εἰκονομάχου βασιλέα Θεοφίλου καί καταγόταν ἀπό τό θέμα τῶν Ὀπτιμάτων, τό ὁποῖο εἶχε πρωτεύουσα τήν Νικομήδεια. Οἱ γονεῖς της ὀνομάζονταν Κωνσταντῖνος καί Ἀναστασία. Ἡ ἁγία εἶχε ἀνατραφῆ μέ φόβο Κυρίου, ἔτσι ἀπό μικρή ἡλικία πρόσεχε πολύ τόσο τίς πράξεις της ὅσο καί τίς σκέψεις της. Στήν κατάλληλη ἡλικία οἱ γονεῖς της τήν πάντρεψαν, διά τῆς βίας, μέ ἄνδρα εὐσεβῆ καί μέ φόβο Κυρίου, ὀνομαζόμενο Ζαχαρία. Μετά τόν γάμο της ἡ ἁγία ἐπιδόθηκε σέ μεγαλύτερους πνευματικούς ἀγῶνες, κάνοντας πολλές ἐλεημοσύνες, μελετώντας τίς θεῖες Γραφές καθημερινά ἀλλά καί κάνοντας πράξη τούς λόγους τοῦ Θεοῦ. Μάλιστα εἶχε ἐργόχειρο καί τά χρήματα πού ἐξοικονομοῦσε ἀπό αὐτό τά διέθετε στίς ἀνάγκες τῶν πτωχῶν, τούς ὁποίους ὑπηρετοῦσε μέ πολύ ταπείνωση καί αὐταπάρνηση. Ἦταν δέ τόσο εὐάρεστος ὁ βίος της στόν Κύριο, πού ὁ Θεός τῆς φανέρωσε τήν ἡμέρα τῆς κοιμήσεώς της. Ἔτσι, ἡ ἁγία Θεοκλητώ, ἀφοῦ εὐαρέστησε τόν Χριστό μέ τήν ἐπίγεια ζωή της, κοιμήθηκε ἐν Κυρίῳ καί ἀξιώθηκε ἡ ἀοίδιμος τῆς οὐρανίου Βασιλείας. Μετά δέ τήν κοίμησή της τό ἅγιο λείψανό της ὑπῆρξε πηγή θαυμάτων καί ἰαμάτων.

 

Άπολυτίκιον

(Ἦχος γ΄. Θείας Πίστεως.)

Πέλεις πρότυπον, φιλανθρωπίας, καὶ διδάσκαλος, αὐτοθυσίας, ἀρετῆς Θεοκλητὼ ἀκροθίνιον· διακονεῖς γὰρ ἐν ζήλῳ τοῖς πένησι, καὶ ἀσθενοῦσιν ὡς Μήτηρ φιλόστοργος· ὅθεν ἅπαντες, Χριστὸν τὸν Θεὸν δοξάζομεν, τὸν σὲ ἐν οὐρανοῖς ἐν δόξῃ στέψαντα.

Μεγαλυνάριον

Δεῦτε τὴν Ἁγίαν Θεοκλητώ, πενήτων προστάτιν, καὶ διάκονον ἀσθενῶν, τῆς φιλανθρωπίας, ὑπόδειγμα καὶ τύπον, τῆς ἀρετῆς τὸ κλέος, ἀνευφημήσωμεν.

Previous Article

4 Αὐγούστου

Next Article

2 Αὐγούστου