7 Αὐγούστου

Share:

 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α΄ Κορ. ιε΄ 12-20

12 Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσί τινες ἐν ὑμῖν ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; 13 εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται· 14 εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα τὸ κήρυγμα ἡμῶν, κενὴ δὲ καὶ ἡ πίστις ὑμῶν. 15 εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ Θεοῦ ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ Θεοῦ ὅτι ἤγειρε τὸν Χριστόν, ὃν οὐκ ἤγειρεν, εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται· 16 εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται. 17 εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ὑμῶν· ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν. 18 ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο. 19 εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν. 20 Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μρ. θ΄ 2-9

2 Καὶ μεθ᾿ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ τὸν Ἰωάννην καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾿ ἰδίαν μόνους· καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, 3 καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένετο στίλβοντα, λευκὰ λίαν ὡς χιών, οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται οὕτω λευκᾶναι. 4 καὶ ὤφθη αὐτοῖς Ἠλίας σὺν Μωϋσεῖ, καὶ ἦσαν συλλαλοῦντες τῷ Ἰησοῦ. καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· 5 ῥαββί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· καὶ ποιήσωμεν σκηνὰς τρεῖς, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ Ἠλίᾳ μίαν. 6 οὐ γὰρ ᾔδει τί λαλήσῃ· ἦσαν γὰρ ἔκφοβοι. 7 καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς, καὶ ἦλθε φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός· αὐτοῦ ἀκούετε. 8 καὶ ἐξάπινα περιβλεψάμενοι οὐκέτι οὐδένα εἶδον, ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθ᾿ ἑαυτῶν. 9 καταβαινόντων δὲ αὐτῶν ἀπὸ τοῦ ὄρους διεστείλατο αὐτοῖς ἵνα μηδενὶ διηγήσωνται ἃ εἶδον, εἰ μὴ ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΟΣΙΟΜΑΡΤΥΣ ΔΟΜΕΤΙΟΣ Ο ΠΕΡΣΗΣ

  Στίς 7 Αὐγούστου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ὁσιομάρτυρος Δομετίου τοῦ Πέρσου καί τῶν δύο μαθητῶν του. Ὁ ὅσιος Δομέτιος ἔζησε κατά τούς χρόνους τοῦ Μεγάλου Κωνσταντίνου καί καταγόταν ἀπό τήν Περσία. Ὅταν γνώρισε τόν Χριστό καί ἀφοῦ κατηχήθηκε ἀπαρνήθηκε τήν πατρώα πίστη του καί τήν σαρκική οἰκεγένειά του καί ἀναχώρησε γιά τήν Νίσιβη τῆς Μεσοποταμίας, ὅπου βαπτίσθηκε καί ἔγινε μοναχός καί ἀγωνιζόταν μέ μεγάλη γενναιότητα νά στολισθῆ μέ τίς κατά Χριστόν ἀρετές. Ἐπειδή ὅμως φθονήθηκε ἀπό τόν διάβολο καί ἀπό τούς συμμοναστές του ἀναχώρησε ἀπό ἐκεῖ καί πῆγε στό μοναστήρι τῶν Ἁγίων Σεργίου καί Βάκχου στήν πόλη Θεοδοσίου, στό ὁποῖο ἦταν ἡγούμενος κάποιος ἐνάρετος ἀρχιμανδρίτης, ἀπό τόν ὁποῖο καί χειροτονήθηκε διάκονος λόγῳ τῆς ἐναρέτου βιωτῆς του.Ὅταν ὁ ἅγιοςΔομέτιος ἔμαθε ὅτι ἐπρόκειτο νά χειροτονηθῆ καί πρεσβύτερος ἀναχώρησε ἀπό τό μοναστήρι καί πῆγε στήν κορυφή ἑνός βουνοῦ, ὅπου ἐκεῖ ὑπέμενε μέ μεγάλη καρτερία τό βαρύ κρύο τοῦ χειμώνα καί τόν καύσωνα τοῦ καλοκαιριοῦ. Κατόπιν ἐγκαταστάθηκε γιά μεγάλο χρονικό διάστημα σέ ἕνα σπήλαιο, ὅπου πολλούς εἰδωλολάτρες ὁδήγησε στήν πίστη ἀλλά καί θαύματα ἐπιτελοῦσε καί πολλούς ἀνθρώπους θεράπευσε ἀπό ἀσθένειες. Ὅταν ὁ Ἰουλιανός ὁ παραβάτης ἔμαθε γιά τήν βιωτή τοῦ ἁγίου Δομετίου, ἐκστρατεύοντας γιά τήν Περσία καί ἐρχόμενος στόν ἅγιο Δομέτιο διέταξε νά τόν λιθοβολήσουν μαζί μέ τούς δύο μαθητές του. Καί ἔτσι οἱ ἀθλητές τοῦ Κυρίου ἔλαβαν τούς στεφάνους τοῦ μαρτυρίου, ἀφοῦ καταχώθηκαν κάτω ἀπό τίς πέτρες.

Ἀπολυτίκιον

(Ἦχος πλ. α’. Τόν συνάναρχον Λόγον.)

  Τὸν τῆς χάριτος λόγον εἰσποιησάμενος, πυρσολατρῶν τά τερθρεῖα, ἀπεποιήσω σοφῶς, τῷ Χριστῷ ἀνατεθεῖς Πάτερ Δομέτιε, καὶ ἐν ἀθλήσει ἀκλινής, ὡς ὁσίων μιμητής, ἐδείχθης Ὁσιομάρτυς ·διὸ σὲ ὕμνοις τιμῶμεν, σὺν φοιτητῶν σου τῇ δυάδι σοφέ.

Μεγαλυνάριον

  Σκότος καταλάμψας τό Περσικόν, ἔλαμψας ἐν κόσμῳ, ὥσπερ ἄστρον ἐωθινόν· πόνοις γάρ ὁσίοις, καί ἄθλοις μαρτυρίου, υἱός φωτός ἐδείχθης Πάτερ Δομέτιε.

Previous Article

8 Αὐγούστου

Next Article

6 Αὐγούστου