5 Φεβρουαρίου

Share:

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Γαλ. δ΄ 18-21

     8 Ἀλλὰ τότε μὲν οὐκ εἰδότες Θεὸν ἐδουλεύσατε τοῖς μὴ φύσει οὖσι θεοῖς· 9 νῦν δὲ γνόντες Θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε; 10 ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς; 11 φοβοῦμαι ὑμᾶς μήπως εἰκῆ κεκοπίακα εἰς ὑμᾶς. 12 Γίνεσθε ὡς ἐγώ, ὅτι κἀγὼ ὡς ὑμεῖς, ἀδελφοί, δέομαι ὑμῶν. οὐδέν με ἠδικήσατε. 13 οἴδατε δὲ ὅτι δι᾿ ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ πρότερον, 14 καὶ τὸν πειρασμόν μου τὸν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε οὐδὲ ἐξεπτύσατε, ἀλλ᾿ ὡς ἄγγελον Θεοῦ ἐδέξασθέ με, ὡς Χριστὸν Ἰησοῦν. 15 τίς οὖν ἦν ὁ μακαρισμὸς ὑμῶν; μαρτυρῶ γὰρ ὑμῖν ὅτι εἰ δυνατὸν τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν ἐδώκατέ μοι. 16 ὥστε ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν; 17 ζηλοῦσιν ὑμᾶς οὐ καλῶς, ἀλλὰ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν, ἵνα αὐτοὺς ζηλοῦτε. 18 καλὸν δὲ τὸ ζηλοῦσθαι ἐν καλῷ πάντοτε καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς. 19 τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν! 20 ἤθελον δὲ παρεῖναι πρὸς ὑμᾶς ἄρτι καὶ ἀλλάξαι τὴν φωνήν μου, ὅτι ἀποροῦμαι ἐν ὑμῖν. 21 Λέγετέ μοι οἱ ὑπὸ νόμον θέλοντες εἶναι· τὸν νόμον οὐκ ἀκούετε;

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ματθ. κβ΄ 35-46

     35 Ἐπηρώτησεν εἷς ἐξ αὐτῶν, νομικός, πειράζων αὐτὸν καὶ λέγων· 36 διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ; 37 ὁ δὲ Ἰησοῦς ἔφη αὐτῷ· ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου. 38 αὕτη ἐστὶ πρώτη καὶ μεγάλη ἐντολή. 39 δευτέρα δὲ ὁμοία αὐτῇ· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. 40 ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται. 41 Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς 42 λέγων· τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; τίνος υἱός ἐστι; λέγουσιν αὐτῷ· τοῦ Δαυΐδ. 43 λέγει αὐτοῖς· πῶς οὖν Δαυΐδ ἐν Πνεύματι Κύριον αὐτὸν καλεῖ λέγων, 44 εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; 45 εἰ οὖν Δαυΐδ καλεῖ αὐτὸν Κύριον, πῶς υἱός αὐτοῦ ἐστι; 46 καὶ οὐδεὶς ἐδύνατο αὐτῷ ἀποκριθῆναι λόγον, οὐδὲ ἐτόλμησέ τις ἀπ᾿ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΓΙΑ ΜΑΡΤΥΣ ΑΓΑΘΗ

     Στίς 5 Φεβρουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῆς ἁγίας μάρτυρος Ἀγάθης. Ἡ ἁγία Ἀγάθη καταγόταν ἀπό τό Πάνορμο τῆς Σικελίας, τό σημερινό Παλέρμο καί ἔζησε κατά τούς χρόνους τοῦ βασιλέως Δεκίου. Ἡ ἁγία ἦταν στολισμένη τόσο μέ τό κάλλος τοῦ σώματος ὅσο καί τῆς ψυχῆς. Ἐπειδή καταγόταν ἀπό εὔπορη εἰδωλολατρική οἰκογένεια εἶχε πλούσια τά ὑλικά ἀγαθά, ὅπως εἶχε πλούσιες καί τίς ἀρετές τῆς ψυχῆς, ἰδιαίτερα ὅμως εἶχε ἀγαθή γνώμη καί καρδιά. Ἡ μακαρία Ἀγάθη ἦταν χριστιανή καί γιά τόν λόγο αὐτό συνελήφθηκε ἀπό τόν ἡγεμόνα Κουτιανό, ὁ ὁποῖος τήν παρέδωσε σέ μία ἄπιστη γυναίκα, πού ὀνομαζόταν Ἀφροδισία μέ σκοπό νά τήν κάνη νά ἀρνηθῆ τόν Κύριό μας. Ἡ ἁγία ὅμως Ἀγάθη, ἐπειδή ἀγαποῦσε πολύ τόν Χριστό καί ἤθελε νά μαρτυρήση γιά τό ὄνομά του, ἔμεινε στέρεη στήν πίστη καί ἔτσι ὁδηγήθηκε σέ φρικτά βασανιστήρια. Ἀφοῦ τήν ἔδειραν ἀνηλεῶς, τῆς ἔκοψαν τούς μαστούς, τούς ὁποίους ἐθεράπευσε θαυματουργικά ὁ ἅγιος ἀπόστολος Πέτρος. Ἔπειτα τήν ἔσυραν πάνω σέ τούβλα καί τῆς κατέκαψαν τό σῶμα μέ φωτιά. Τέλος τήν ἒβαλαν στη φυλακή, ὅπου παρέδωσε ἡ ἀοίδιμος Ἀγάθη τήν μακαρία ψυχή της στόν Χριστό, πού τόσο ἀγαποῦσε.

Τὸ ἀπολυτίκιο τῆς ἁγίας ἀναφέρει:
«Ρόδον εὔοσμον, τῆς παρθενίας, νύμφη ἄφθορος, τοῦ Ζωοδότου, ἀνεδέδειξαι Ἀγάθη πανεύφημε· τῶν ἀγαθῶν την πηγήν γάρ ποθήσασα, μαρτυρικῶς ἐν τῷ κόσμῳ διέπρεψας· Μάρτυς ἔνδοξε, λιταῖς σου θείαις ἀγάθυνον, τούς πόθῳ μεγαλύνοντας τούς ἄθλους σου».

Previous Article

ΠΑΤΕΡΙΚΑΙ ΔΙΔΑΧΑΙ

Next Article

Πώς ισοπεδώνεις το εθνομηδενιστικό αφήγημα για το 1821

Διαβάστε ακόμα